<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.316-20.346</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.316-20.346</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="323">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="324">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="325">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="326">Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην</l><l n="327">ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.</l><l n="328">ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="330">τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε</l><l n="331">μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,</l><l n="332">εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·</l><l n="333">νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.</l><l n="334">ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,</l><l n="335">γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,</l><l n="336">ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,</l><l n="337">ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="339">οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,</l><l n="340">ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,</l><l n="341">οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω</l><l n="342">γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.</l><l n="343">αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι</l><l n="344">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη</l><l n="346">ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>