<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.310-21.187</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.310-21.187</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="323">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="324">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="325">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="326">Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην</l><l n="327">ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.</l><l n="328">ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="330">τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε</l><l n="331">μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,</l><l n="332">εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·</l><l n="333">νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.</l><l n="334">ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,</l><l n="335">γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,</l><l n="336">ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,</l><l n="337">ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="339">οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,</l><l n="340">ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,</l><l n="341">οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω</l><l n="342">γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.</l><l n="343">αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι</l><l n="344">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη</l><l n="346">ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.</l><l n="347">οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,</l><l n="348">αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων</l><l n="349">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.</l><l n="350">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν
                     ὑμέων</l><l n="352">εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.</l><l n="353">οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,</l><l n="354">αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·</l><l n="355">εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,</l><l n="356">ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><l n="357">οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν.</l><l n="359">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="360"><milestone unit="para" ed="P"/>ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.</l><l n="361">ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε</l><l n="362">εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.</l></q><l n="363"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="364">Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·</l><l n="365">εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω</l><l n="366">καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.</l><l n="367">τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν</l><l n="368">ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο</l><l n="369">μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος</l><l n="370">ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,</l><l n="372">ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.</l><l n="373">μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες</l><l n="374">Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·</l><l n="375">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="376"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·</l><l n="377">οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,</l><l n="378">σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων</l><l n="379">ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.</l><l n="380">ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.</l><l n="381">ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·</l><l n="382">τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες</l><l n="383">ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.</l></q><l n="384"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,</l><l n="385">ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,</l><l n="386">ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.</l><l n="387"><milestone unit="para" ed="P"/>ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον</l><l n="388">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,</l><l n="389">ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.</l><l n="390">δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο</l><l n="391">ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·</l><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l><l n="16">οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς</l><l n="17">ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·</l><l n="18">μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν</l><l n="19">νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="20">τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς</l><l n="21">παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.</l><l n="22">Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο</l><l n="23">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·</l><l n="24">αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,</l><l n="25">ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,</l><l n="26">φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,</l><l n="27">ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,</l><l n="28">σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,</l><l n="29">τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,</l><l n="30">ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.</l><l n="31">τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,</l><l n="32">τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ</l><l n="33">κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.</l><l n="34">τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,</l><l n="35">ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ</l><l n="36">γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν</l><l n="37">Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,</l><l n="38">ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς</l><l n="39">ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν</l><l n="40">ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο</l><l n="41">κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.</l><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν</l><l n="43">οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων</l><l n="44">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="45">ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,</l><l n="46">αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,</l><l n="47">ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας</l><l n="48">ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος</l><l n="49">βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα</l><l n="50">πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.</l><l n="51">ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ</l><l n="52">ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.</l><l n="53">ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον</l><l n="54">αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.</l><l n="55">ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,</l><l n="56">κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.</l><l n="57">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="58">βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς</l><l n="59">τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="60">ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.</l><l n="61">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος</l><l n="62">κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.</l><l n="63">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="64">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="65">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.</l><l n="66">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="67">αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·</l><q type="unspecified"><l n="68"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε
                     δῶμα</l><l n="69">ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ</l><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,</l><l n="86">ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ</l><l n="87">θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως</l><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l><l n="94">οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,</l><l n="95">καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="97">νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.</l><l n="98">ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν</l><l n="99">ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα</l><l n="100">ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.</l><l n="101"><milestone unit="para" ed="P"/>τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="102">ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·</l><l n="103">μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,</l><l n="104">ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·</l><l n="105">αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.</l><l n="106">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,</l><l n="107">οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,</l><l n="108">οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·</l><l n="109">οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·</l><l n="110">καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;</l><l n="111">ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου</l><l n="112">δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.</l><l n="113">καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·</l><l n="114">εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,</l><l n="115">οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ</l><l n="116">λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην</l><l n="117">οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.</l></q><milestone n="118" unit="card" ed="p"/><l n="118"><milestone unit="para" ed="P"/>ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν</l><l n="119">ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.</l><l n="120">πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας</l><l n="121">πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="122">ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,</l><l n="123">ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.</l><l n="124">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.</l><l n="125">τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,</l><l n="126">τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,</l><l n="127">νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.</l><l n="128">καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,</l><l n="129">ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.</l><l n="130">τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="131"><milestone unit="para" ed="P"/>ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ
                     ἄκικυς,</l><l n="132">ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα</l><l n="133">ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.</l><l n="134">ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,</l><l n="135">τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="136"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,</l><l n="137">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="138">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="139">ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="140"><milestone unit="para" ed="P"/>τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="141">ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,</l><l n="142">ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.</l></q><l n="143"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="144">Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,</l><l n="145">ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν</l><l n="146">ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ</l><l n="147">ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·</l><l n="148">ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.</l><l n="149">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,</l><l n="150">οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων</l><l n="151">ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·</l><q type="unspecified"><l n="152"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ
                     ἄλλος.</l><l n="153">πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει</l><l n="154">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι</l><l n="155">τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ</l><l n="156">ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.</l><l n="157">νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ</l><l n="158">γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.</l><l n="159">αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,</l><l n="160">ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων</l><l n="161">μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα</l><l n="162">γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.</l></q><milestone n="163" unit="card" ed="p"/><l n="163"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,</l><l n="164">κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,</l><l n="165">αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,</l><l n="166">ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.</l><l n="167">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="168">Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,</l><l n="169">δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—</l><l n="170">εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει</l><l n="171">θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.</l><l n="172">οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ</l><l n="173">οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·</l><l n="174">ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.</l></q><l n="175"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον
                  αἰγῶν·</l><q type="unspecified"><l n="176">ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,</l><l n="177">πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="178">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,</l><l n="179">ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,</l><l n="180">τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.</l></q><l n="181"><milestone unit="para" ed="P"/>ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον
                  πῦρ,</l><l n="182">πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="183">ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·</l><l n="184">τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο</l><l n="185">ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.</l><l n="186"><milestone unit="para" ed="P"/>Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,</l><l n="187">ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>