<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.3-20.35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.3-20.35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="3">κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·</l><l n="4">Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.</l><l n="5">ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ</l><l n="6">κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες</l><l n="7">ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,</l><l n="8">ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.</l><l n="9">τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·</l><l n="10">πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="11">ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,</l><l n="12">ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι</l><l n="13">ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.</l><l n="14">ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα</l><l n="15">ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,</l><l n="16">ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·</l><l n="17">στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="18"><milestone unit="para" ed="P"/>τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ
                     ἔτλης.</l><l n="19">ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ</l><l n="20">ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις</l><l n="21">ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.</l></q><l n="22"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·</l><l n="23">τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα</l><l n="24">νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.</l><l n="25">ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,</l><l n="26">ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα</l><l n="27">αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,</l><l n="28">ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων</l><l n="29">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει</l><l n="30">μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη</l><l n="31">οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·</l><l n="32">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="33"><milestone unit="para" ed="P"/>τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε
                     φωτῶν;</l><l n="34">οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ</l><l n="35">καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>