<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.285-20.315</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.285-20.315</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>