<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.266-20.322</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.266-20.322</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>