<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.254-20.284</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.254-20.284</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>