<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.251-20.382</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.251-20.382</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="323">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="324">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="325">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="326">Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην</l><l n="327">ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.</l><l n="328">ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="330">τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε</l><l n="331">μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,</l><l n="332">εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·</l><l n="333">νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.</l><l n="334">ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,</l><l n="335">γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,</l><l n="336">ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,</l><l n="337">ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="339">οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,</l><l n="340">ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,</l><l n="341">οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω</l><l n="342">γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.</l><l n="343">αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι</l><l n="344">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη</l><l n="346">ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.</l><l n="347">οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,</l><l n="348">αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων</l><l n="349">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.</l><l n="350">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν
                     ὑμέων</l><l n="352">εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.</l><l n="353">οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,</l><l n="354">αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·</l><l n="355">εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,</l><l n="356">ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><l n="357">οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν.</l><l n="359">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="360"><milestone unit="para" ed="P"/>ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.</l><l n="361">ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε</l><l n="362">εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.</l></q><l n="363"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="364">Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·</l><l n="365">εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω</l><l n="366">καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.</l><l n="367">τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν</l><l n="368">ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο</l><l n="369">μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος</l><l n="370">ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,</l><l n="372">ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.</l><l n="373">μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες</l><l n="374">Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·</l><l n="375">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="376"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·</l><l n="377">οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,</l><l n="378">σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων</l><l n="379">ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.</l><l n="380">ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.</l><l n="381">ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·</l><l n="382">τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>