<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.234-20.266</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.234-20.266</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="234">κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.</l></q><l n="235">τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="236">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·</l><l n="237">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="238"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι</l><l n="239">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="240"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="241">μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="242">ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,</l><l n="243">αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.</l><l n="244">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,</l><l n="246">Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="248">ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="249">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="250">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>