<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.202-21.93</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.202-21.93</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="209">ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν</l><l n="210">εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.</l><l n="211">νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως</l><l n="212">ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·</l><l n="213">τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς</l><l n="214">ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,</l><l n="215">οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη</l><l n="216">κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.</l><l n="217">αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="218">πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος</l><l n="219">ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,</l><l n="220">ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα</l><l n="221">βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.</l><l n="222">καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων</l><l n="223">ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·</l><l n="224">ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν</l><l n="225">ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.</l></q><milestone n="226" unit="card" ed="p"/><l n="226"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="227">βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,</l><l n="228">γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,</l><l n="229">τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="230">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα</l><l n="231">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="232">ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·</l><l n="233">σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,</l><l n="234">κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.</l></q><l n="235">τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="236">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·</l><l n="237">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="238"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι</l><l n="239">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="240"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="241">μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="242">ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,</l><l n="243">αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.</l><l n="244">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,</l><l n="246">Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="248">ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="249">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="250">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l><l n="284"><milestone unit="para" ed="P"/>μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη</l><l n="285">λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον</l><l n="286">δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.</l><l n="287">ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,</l><l n="288">Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·</l><l n="289">ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι</l><l n="290">μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.</l><l n="291">ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·</l><q type="unspecified"><l n="292"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι
                     εἴπω·</l><l n="293">μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,</l><l n="294">ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον</l><l n="295">ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.</l><l n="296">ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς</l><l n="297">ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ</l><l n="298">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l></q><milestone n="299" unit="card" ed="p"/><l n="299"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.</l><l n="300">κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς</l><l n="301">ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ</l><l n="302">σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.</l><l n="303">Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="304"><milestone unit="para" ed="P"/>Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο
                     θυμῷ·</l><l n="305">οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.</l><l n="306">ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,</l><l n="307">καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο</l><l n="308">ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ</l><l n="309">φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,</l><l n="310">ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.</l><l n="311">ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,</l><l n="312">μήλων σφαζομένων οἴνοιό τε πινομένοιο</l><l n="313">καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.</l><l n="314">ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·</l><l n="315">εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,</l><l n="316">καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη</l><l n="317">τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,</l><l n="318">ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας</l><l n="319">ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.</l></q><l n="320"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="321">ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·</l><q type="unspecified"><l n="322"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ</l><l n="323">ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·</l><l n="324">μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον</l><l n="325">δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.</l><l n="326">Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην</l><l n="327">ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.</l><l n="328">ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει</l><l n="329">νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,</l><l n="330">τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε</l><l n="331">μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,</l><l n="332">εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·</l><l n="333">νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.</l><l n="334">ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,</l><l n="335">γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,</l><l n="336">ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,</l><l n="337">ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.</l></q><l n="338"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="339">οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,</l><l n="340">ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,</l><l n="341">οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω</l><l n="342">γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.</l><l n="343">αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι</l><l n="344">μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.</l></q><milestone n="345" unit="card" ed="p"/><l n="345"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη</l><l n="346">ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.</l><l n="347">οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,</l><l n="348">αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων</l><l n="349">δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.</l><l n="350">τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="351"><milestone unit="para" ed="P"/>ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν
                     ὑμέων</l><l n="352">εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.</l><l n="353">οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,</l><l n="354">αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·</l><l n="355">εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,</l><l n="356">ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ</l><l n="357">οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.</l></q><l n="358"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ
                  γέλασσαν.</l><l n="359">τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·</l><q type="unspecified"><l n="360"><milestone unit="para" ed="P"/>ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.</l><l n="361">ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε</l><l n="362">εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.</l></q><l n="363"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·</l><q type="unspecified"><l n="364">Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·</l><l n="365">εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω</l><l n="366">καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.</l><l n="367">τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν</l><l n="368">ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο</l><l n="369">μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος</l><l n="370">ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.</l></q><l n="371"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,</l><l n="372">ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.</l><l n="373">μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες</l><l n="374">Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·</l><l n="375">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="376"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·</l><l n="377">οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,</l><l n="378">σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων</l><l n="379">ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.</l><l n="380">ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.</l><l n="381">ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·</l><l n="382">τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες</l><l n="383">ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.</l></q><l n="384"><milestone unit="para" ed="P"/>ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,</l><l n="385">ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,</l><l n="386">ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.</l><l n="387"><milestone unit="para" ed="P"/>ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον</l><l n="388">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,</l><l n="389">ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.</l><l n="390">δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο</l><l n="391">ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·</l><l n="392">δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,</l><l n="393">οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ</l><l n="394">θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.</l></div><div n="21" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,</l><l n="2">κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,</l><l n="3">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον</l><l n="4">ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.</l><l n="5">κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,</l><l n="6">εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ</l><l n="7">καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.</l><l n="8">βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν</l><l n="9">ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,</l><l n="10">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.</l><l n="11">ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη</l><l n="12">ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,</l><l n="13">δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας</l><l n="14">Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.</l><l n="15">τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν</l><l n="16">οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς</l><l n="17">ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·</l><l n="18">μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν</l><l n="19">νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="20">τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς</l><l n="21">παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.</l><l n="22">Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο</l><l n="23">δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·</l><l n="24">αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,</l><l n="25">ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,</l><l n="26">φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,</l><l n="27">ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,</l><l n="28">σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,</l><l n="29">τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,</l><l n="30">ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.</l><l n="31">τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,</l><l n="32">τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ</l><l n="33">κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.</l><l n="34">τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,</l><l n="35">ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ</l><l n="36">γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν</l><l n="37">Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,</l><l n="38">ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς</l><l n="39">ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν</l><l n="40">ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο</l><l n="41">κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.</l><milestone n="42" unit="card" ed="p"/><l n="42"><milestone unit="para" ed="P"/>ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν</l><l n="43">οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων</l><l n="44">ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,</l><l n="45">ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,</l><l n="46">αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,</l><l n="47">ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας</l><l n="48">ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος</l><l n="49">βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα</l><l n="50">πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.</l><l n="51">ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ</l><l n="52">ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.</l><l n="53">ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον</l><l n="54">αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.</l><l n="55">ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,</l><l n="56">κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.</l><l n="57">ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,</l><l n="58">βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς</l><l n="59">τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="60">ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.</l><l n="61">τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος</l><l n="62">κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.</l><l n="63">ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,</l><l n="64">στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,</l><l n="65">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.</l><l n="66">ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.</l><l n="67">αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·</l><q type="unspecified"><l n="68"><milestone unit="para" ed="P"/>κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε
                     δῶμα</l><l n="69">ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ</l><l n="70">ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην</l><l n="71">μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,</l><l n="72">ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.</l><l n="73">ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.</l><l n="74">θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·</l><l n="75">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="76">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="77">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="78">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,</l><l n="79">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><milestone n="80" unit="card" ed="p"/><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,</l><l n="81">τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.</l><l n="82">δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·</l><l n="83">κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.</l><l n="84">Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,</l><l n="86">ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ</l><l n="87">θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως</l><l n="88">κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.</l><l n="89">ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε</l><l n="90">κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,</l><l n="91">μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω</l><l n="92">ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.</l><l n="93">οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>