<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.201-20.283</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.201-20.283</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="201">Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="209">ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν</l><l n="210">εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.</l><l n="211">νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως</l><l n="212">ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·</l><l n="213">τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς</l><l n="214">ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,</l><l n="215">οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη</l><l n="216">κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.</l><l n="217">αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l><l n="218">πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος</l><l n="219">ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,</l><l n="220">ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα</l><l n="221">βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.</l><l n="222">καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων</l><l n="223">ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·</l><l n="224">ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν</l><l n="225">ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.</l></q><milestone n="226" unit="card" ed="p"/><l n="226"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="227">βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,</l><l n="228">γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,</l><l n="229">τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="230">ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα</l><l n="231">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,</l><l n="232">ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·</l><l n="233">σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,</l><l n="234">κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.</l></q><l n="235">τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·</l><q type="unspecified"><l n="236">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·</l><l n="237">γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.</l></q><l n="238"><milestone unit="para" ed="P"/>ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι</l><l n="239">νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.</l><l n="240"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="241">μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε</l><l n="242">ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,</l><l n="243">αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.</l><l n="244">τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="245"><milestone unit="para" ed="P"/>ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,</l><l n="246">Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.</l></q><l n="247"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.</l><l n="248">ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο</l><l n="249">χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,</l><l n="250">οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,</l><l n="251">ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·</l><l n="252">σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον</l><l n="253">κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.</l><l n="254">σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,</l><l n="255">καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.</l><l n="256">οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.</l><l n="257"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,</l><l n="258">ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,</l><l n="259">δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·</l><l n="260">πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="261">ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="262"><milestone unit="para" ed="P"/>ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·</l><l n="263">κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω</l><l n="264">πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν</l><l n="265">οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.</l><l n="266">ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς</l><l n="267">καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.</l></q><milestone n="268" unit="card" ed="p"/><l n="268"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι
                  φύντες</l><l n="269">Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.</l><l n="270">τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·</l><q type="unspecified"><l n="271"><milestone unit="para" ed="P"/>καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον,
                     Ἀχαιοί,</l><l n="272">Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.</l><l n="273">οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη</l><l n="274">παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.</l></q><l n="275"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.</l><l n="276">κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην</l><l n="277">ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="278">ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.</l><l n="279"><milestone unit="para" ed="P"/>οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="280">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·</l><l n="281">πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο</l><l n="282">ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει</l><l n="283">Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>