<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.185-20.217</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.185-20.217</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="185"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος
                  ἀνδρῶν,</l><l n="186">βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.</l><l n="187">πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους</l><l n="188">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.</l><l n="189">καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="190">αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·</l><q type="unspecified"><l n="191"><milestone unit="para" ed="P"/>τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,</l><l n="192">ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι</l><l n="193">ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;</l><l n="194">δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·</l><l n="195">ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,</l><l n="196">ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,</l><l n="198">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="199"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="200">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l><l n="201">Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="209">ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν</l><l n="210">εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.</l><l n="211">νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως</l><l n="212">ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·</l><l n="213">τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς</l><l n="214">ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,</l><l n="215">οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη</l><l n="216">κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.</l><l n="217">αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>