<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.152-20.208</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.152-20.208</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="152">πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας</l><l n="153">καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ</l><l n="154">ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.</l><l n="155">οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,</l><l n="156">ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.</l></q><l n="157"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο.</l><l n="158">αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,</l><l n="159">αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.</l><l n="160"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα</l><l n="161">εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες</l><l n="162">ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης</l><l n="163">τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.</l><l n="164">καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,</l><l n="165">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,</l><l n="167">ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;</l></q><l n="168"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="169">αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,</l><l n="170">ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται</l><l n="171">οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.</l></q><l n="172"><milestone unit="para" ed="P"/>ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="173">ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.</l><l n="174">αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,</l><l n="175">δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.</l><l n="176">καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="177">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·</l><q type="unspecified"><l n="178"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα</l><l n="179">ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;</l><l n="180">πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω</l><l n="181">πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον</l><l n="182">αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.</l></q><milestone n="183" unit="card" ed="p"/><l n="183"><milestone unit="para" ed="P"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις
                  Ὀδυσσεύς,</l><l n="184">ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.</l><l n="185"><milestone unit="para" ed="P"/>τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος
                  ἀνδρῶν,</l><l n="186">βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.</l><l n="187">πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους</l><l n="188">ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.</l><l n="189">καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,</l><l n="190">αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·</l><q type="unspecified"><l n="191"><milestone unit="para" ed="P"/>τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,</l><l n="192">ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι</l><l n="193">ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;</l><l n="194">δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·</l><l n="195">ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,</l><l n="196">ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.</l></q><l n="197"><milestone unit="para" ed="P"/>ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,</l><l n="198">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="199"><milestone unit="para" ed="P"/>χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ
                     ὀπίσσω</l><l n="200">ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.</l><l n="201">Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·</l><l n="202">οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,</l><l n="203">μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.</l><l n="204">ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε</l><l n="205">μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω</l><l n="206">τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,</l><l n="207">εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.</l><l n="208">εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>