<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.135-20.167</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.135-20.167</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><q type="unspecified"><l n="135">οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.</l><l n="136">οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,</l><l n="137">σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.</l><l n="138">ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,</l><l n="139">ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,</l><l n="140">αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,</l><l n="141">οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,</l><l n="142">ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν</l><l n="143">ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.</l></q><l n="144"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="145">ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.</l><l n="146">βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.</l><l n="147">ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,</l><l n="148">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·</l><q type="unspecified"><l n="149"><milestone unit="para" ed="P"/>ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,</l><l n="150">ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας</l><l n="151">βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας</l><l n="152">πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας</l><l n="153">καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ</l><l n="154">ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.</l><l n="155">οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,</l><l n="156">ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.</l></q><l n="157"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ
                  ἐπίθοντο.</l><l n="158">αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,</l><l n="159">αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.</l><l n="160"><milestone unit="para" ed="P"/>ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα</l><l n="161">εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες</l><l n="162">ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης</l><l n="163">τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.</l><l n="164">καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,</l><l n="165">αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·</l><q type="unspecified"><l n="166"><milestone unit="para" ed="P"/>ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,</l><l n="167">ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>