<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.11-20.117</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.11-20.117</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="11">ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,</l><l n="12">ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι</l><l n="13">ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.</l><l n="14">ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα</l><l n="15">ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,</l><l n="16">ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·</l><l n="17">στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="18"><milestone unit="para" ed="P"/>τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ
                     ἔτλης.</l><l n="19">ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ</l><l n="20">ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις</l><l n="21">ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.</l></q><l n="22"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·</l><l n="23">τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα</l><l n="24">νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.</l><l n="25">ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,</l><l n="26">ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα</l><l n="27">αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,</l><l n="28">ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων</l><l n="29">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει</l><l n="30">μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη</l><l n="31">οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·</l><l n="32">στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·</l><q type="unspecified"><l n="33"><milestone unit="para" ed="P"/>τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε
                     φωτῶν;</l><l n="34">οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ</l><l n="35">καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.</l></q><l n="36"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="37">ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·</l><l n="38">ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,</l><l n="39">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,</l><l n="40">μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.</l><l n="41">πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·</l><l n="42">εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,</l><l n="43">πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.</l></q><milestone n="44" unit="card" ed="p"/><l n="44"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="45">σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,</l><l n="46">ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·</l><l n="47">αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω</l><l n="48">ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·</l><l n="49">εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων</l><l n="50">νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,</l><l n="51">καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.</l><l n="52">ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν</l><l n="53">πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.</l></q><l n="54"><milestone unit="para" ed="P"/>ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν
                  ἔχευεν,</l><l n="55">αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.</l><l n="56"><milestone unit="para" ed="P"/>εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,</l><l n="57">λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·</l><l n="58">κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.</l><l n="59">αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,</l><l n="60">Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·</l><q type="unspecified"><l n="61"><milestone unit="para" ed="P"/>Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι
                     ἤδη</l><l n="62">ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο</l><l n="63">αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα</l><l n="64">οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,</l><l n="65">ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.</l><l n="66">ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·</l><l n="67">τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο</l><l n="68">ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη</l><l n="69">τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·</l><l n="70">Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν</l><l n="71">εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,</l><l n="72">ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.</l><l n="73">εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,</l><l n="74">κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—</l><l n="75">ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,</l><l n="76">μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—</l><l n="77">τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο</l><l n="78">καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·</l><l n="79">ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="80">ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα</l><l n="81">ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,</l><l n="82">μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.</l><l n="83">ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις</l><l n="84">ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,</l><l n="85">νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,</l><l n="86">ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—</l><l n="87">αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.</l><l n="88">τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,</l><l n="89">τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ</l><l n="90">χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.</l></q><milestone n="91" unit="card" ed="p"/><l n="91"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.</l><l n="92">τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·</l><l n="93">μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν</l><l n="94">ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.</l><l n="95">χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,</l><l n="96">ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην</l><l n="97">θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·</l><q type="unspecified"><l n="98"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ
                     ὑγρὴν</l><l n="99">ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,</l><l n="100">φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων</l><l n="101">ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.</l></q><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>