<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.102-20.134</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:20.102-20.134</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="20" type="textpart" subtype="book"><l n="102"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,</l><l n="103">αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,</l><l n="104">ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.</l><l n="105">φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς</l><l n="106">πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,</l><l n="107">τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες</l><l n="108">ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.</l><l n="109">αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,</l><l n="110">ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·</l><l n="111">ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·</l><q type="unspecified"><l n="112"><milestone unit="para" ed="P"/>Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν
                     ἀνάσσεις,</l><l n="113">ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,</l><l n="114">οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.</l><l n="115">κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·</l><l n="116">μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε</l><l n="117">ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,</l><l n="118">οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν</l><l n="119">ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.</l></q><l n="120"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς</l><l n="121">Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.</l><l n="122"><milestone unit="para" ed="P"/>αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος</l><l n="123">ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.</l><l n="124">Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,</l><l n="125">εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·</l><l n="126">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,</l><l n="127">εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·</l><l n="128">στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·</l><q type="unspecified"><l n="129"><milestone unit="para" ed="P"/>μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ</l><l n="130">εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;</l><l n="131">τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·</l><l n="132">ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων</l><milestone n="133" unit="card" ed="p"/><l n="133">χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.</l></q><l n="134"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>