<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.54-3.148</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.54-3.148</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="54">δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·</l><l n="55">οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,</l><l n="56">βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας</l><l n="57">εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον</l><l n="58">μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,</l><l n="59">οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.</l><l n="60">ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα</l><l n="61">λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.</l><l n="62">ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.</l><l n="63">οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς</l><l n="64">οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,</l><l n="65">ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,</l><l n="66">οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,</l><l n="67">μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.</l><l n="68">λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,</l><l n="69">ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·</l><l n="70">σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ</l><l n="71">τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς</l><l n="72">δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,</l><l n="73">τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,</l><l n="74">τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="75">ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.</l><l n="76">εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·</l><l n="77">τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ</l><l n="78">χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·</l><l n="79">νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.</l></q><l n="80"><milestone unit="para" ed="P"/>ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="81">δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.</l><l n="82">ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη</l><l n="83">Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·</l><milestone n="84" unit="card" ed="p"/><l n="84">Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·</l><q type="unspecified"><l n="85"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες</l><l n="86">ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.</l><l n="87">σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,</l><l n="88">ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.</l><l n="89">ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,</l><l n="90">ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="91">πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ</l><l n="92">ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.</l><l n="93">ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·</l><l n="94">στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,</l><l n="95">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·</l><q type="unspecified"><l n="96"><milestone unit="para" ed="P"/>κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="97">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="98">ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,</l><l n="99">Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν</l><l n="100">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,</l><l n="101">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.</l><l n="102">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><l n="103"><milestone unit="para" ed="P"/>ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="104">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,</l><l n="105">νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.</l><l n="106">ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·</l><l n="107">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="108">καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,</l><l n="109">καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.</l><l n="110">ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·</l><l n="111">σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς</l><l n="112">αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·</l><l n="113">μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι</l><l n="114">τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.</l><l n="115">εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,</l><l n="116">τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη</l><l n="117">ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς</l><l n="118">κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,</l><l n="119">τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,</l><l n="120">Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·</l><l n="121">τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ</l><l n="122">ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.</l><l n="123">τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,</l><l n="124">ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν</l><l n="125">ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ</l><l n="126">ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.</l><l n="127">ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,</l><l n="128">πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.</l></q><milestone n="129" unit="card" ed="p"/><l n="129"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="130">Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι</l><l n="131">ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,</l><l n="132">ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν</l><l n="133">Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.</l><l n="134">ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων</l><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l><l n="167">οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν</l><l n="168">φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ</l><l n="169">παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.</l><l n="170">οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·</l><l n="171">καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,</l><l n="172">ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="173">Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.</l><l n="174">φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,</l><l n="175">ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ</l><l n="176">οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l></q><milestone n="177" unit="card" ed="p"/><l n="177"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="178">ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν</l><l n="179">οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·</l><l n="180">ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.</l><l n="181">ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο</l><l n="182">φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς</l><l n="183">ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ</l><l n="184">ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,</l><l n="185">οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,</l><l n="186">σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.</l><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="262">κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ</l><l n="263">καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον</l><l n="264">νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο</l><l n="265">ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,</l><l n="266">μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.</l></q><milestone n="267" unit="card" ed="p"/><l n="267"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="268">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,</l><l n="269">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="270"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,</l><l n="271">εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,</l><l n="272">οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·</l><l n="273">οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.</l><l n="274">εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,</l><l n="275">οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.</l><l n="276">παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,</l><l n="277">οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</l><l n="278">ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,</l><l n="279">οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,</l><l n="280">ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.</l><l n="281">τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε</l><l n="282">ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·</l><l n="283">οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="284">ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.</l><l n="285">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·</l><l n="286">τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,</l><l n="287">ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.</l><l n="288">ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,</l><l n="289">ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,</l><l n="290">οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,</l><l n="291">δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους</l><l n="292">αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες</l><l n="293">πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·</l><l n="294">τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,</l><l n="295">ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="297">Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="298">βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,</l><l n="299">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,</l><l n="300">αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.</l><l n="301">Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,</l><l n="302">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="303"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο</l><l n="304">ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,</l><l n="305">ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.</l><l n="306">ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,</l><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l><l n="313">κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;</l><l n="314">νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων</l><l n="315">πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,</l><l n="316">πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,</l><l n="317">ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.</l><l n="318">εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,</l><l n="319">ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων</l><l n="320">γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο</l><l n="322">ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.</l><l n="323">οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.</l><l n="324">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.</l><l n="326">ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος</l><l n="327">ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·</l><l n="328">ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,</l><l n="329">ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,</l><l n="330">ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.</l></q><l n="331"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="332">τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς</l><l n="333">τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;</l><l n="334">οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·</l><l n="335">κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε</l><l n="336">τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς</l><l n="338">εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο</l><l n="339">ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·</l><l n="340">ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο</l><l n="341">ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,</l><l n="342">ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς</l><l n="343">οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.</l><l n="344">κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,</l><l n="345">δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ</l><l n="346">ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,</l><l n="347">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.</l><l n="348">τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·</l><q type="unspecified"><l n="349"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν
                     ἄφυσσον</l><l n="350">ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις</l><l n="351">κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι</l><l n="352">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="353">δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.</l><l n="354">ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·</l><l n="355">εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.</l><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q><l n="377"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.</l><l n="378">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="379">αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,</l><l n="380">ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.</l><l n="381">Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.</l><l n="382"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="383">Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,</l><l n="384">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,</l><l n="385">ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.</l><l n="386">ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν</l><l n="387">ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.</l><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="389">καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ</l><l n="390">ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.</l><l n="391">στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι</l><l n="392">ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.</l><l n="393"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="394">βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·</l><l n="395">ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,</l><l n="396">πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.</l><l n="397">οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="398">ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.</l><l n="399">αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη</l><l n="400">ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,</l><l n="401">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·</l><q type="unspecified"><l n="402"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι</l><l n="403">ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·</l><l n="404">ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.</l></q><l n="405"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="406">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="407">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.</l><l n="409">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="410"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη</l><l n="411">ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,</l><l n="412">οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="414">οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ</l><l n="415">κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.</l><l n="416">ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,</l><l n="417">νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς</l><l n="418">ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,</l><l n="419">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.</l><l n="420">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="421">ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.</l><l n="422">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="423">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.</l><l n="424">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="425">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="426">ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.</l><l n="427">ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="428">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="429">ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="430">δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν</l><l n="431">στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="432">λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,</l><l n="433">ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.</l><l n="434">παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.</l></div><div n="3" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,</l><l n="2">οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι</l><l n="3">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="4">οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,</l><l n="5">ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,</l><l n="6">ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.</l><l n="7">ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ</l><l n="8">ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.</l><l n="9">εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,</l><l n="10">οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης</l><l n="11">στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="12">ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.</l><l n="13">τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="14"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·</l><l n="15">τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι</l><l n="16">πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.</l><l n="17">ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·</l><l n="18">εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.</l><l n="19">λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·</l><l n="20">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="22">Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;</l><l n="23">οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·</l><l n="24">αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.</l></q><l n="25"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="26">Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,</l><l n="27">ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω</l><l n="28">οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="30">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="31">ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,</l><l n="32">ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι</l><l n="33">δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.</l><l n="34">οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,</l><l n="35">χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.</l><l n="36">πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν</l><l n="37">ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ</l><l n="38">κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν</l><l n="39">πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·</l><l n="40">δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="41">χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα</l><l n="42">Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·</l><l n="44">τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.</l><l n="45">αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,</l><l n="46">δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου</l><l n="47">σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν</l><l n="48">εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.</l><l n="49">ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·</l><l n="50">τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.</l></q><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l><l n="54">αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·</l><q type="unspecified"><l n="55"><milestone unit="para" ed="P"/>κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς</l><l n="56">ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.</l><l n="57">Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,</l><l n="58">αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν</l><l n="59">σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.</l><l n="60">δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,</l><l n="61">οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.</l></q><l n="62"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.</l><l n="63">δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·</l><l n="64">ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.</l><l n="65">οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="66">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.</l><l n="67">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="68">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="69"><milestone unit="para" ed="P"/>νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="70">ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.</l><l n="71">ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;</l><l n="72">ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε</l><l n="73">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="74">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="75"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα</l><l n="76">θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη</l><l n="77">θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο</l><l n="78">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="80">εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="81">ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·</l><l n="82">πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.</l><l n="83">πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,</l><l n="84">δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι</l><l n="85">σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.</l><l n="86">ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,</l><l n="87">πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,</l><l n="88">κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.</l><l n="89">οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,</l><l n="90">εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,</l><l n="91">εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.</l><l n="92">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="93">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="94">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="95">πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="96">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="97">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="98">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,</l><l n="99">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="100">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="101">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="102" unit="card" ed="p"/><l n="102"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="103">ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ</l><l n="104">δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,</l><l n="105">ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον</l><l n="106">πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,</l><l n="107">ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="108">μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.</l><l n="109">ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,</l><l n="110">ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="111">ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,</l><l n="112">Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·</l><l n="113">ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα</l><l n="114">πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;</l><l n="115">οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων</l><l n="116">ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·</l><l n="117">πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.</l><l n="118">εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες</l><l n="119">παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.</l><l n="120">ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην</l><l n="121">ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς</l><l n="122">παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε</l><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="136">ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.</l><l n="137">τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,</l><l n="138">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,</l><l n="139">οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,</l><l n="140">μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.</l><milestone n="141" unit="card" ed="p"/><l n="141">ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς</l><l n="142">νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="143">οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα</l><l n="144">λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,</l><l n="145">ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,</l><l n="146">νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="147">οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.</l><l n="148">ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>