<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.427-3.17</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.427-3.17</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="427">ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="428">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="429">ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="430">δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν</l><l n="431">στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="432">λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,</l><l n="433">ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.</l><l n="434">παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.</l></div><div n="3" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,</l><l n="2">οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι</l><l n="3">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="4">οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,</l><l n="5">ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,</l><l n="6">ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.</l><l n="7">ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ</l><l n="8">ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.</l><l n="9">εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,</l><l n="10">οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης</l><l n="11">στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="12">ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.</l><l n="13">τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="14"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·</l><l n="15">τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι</l><l n="16">πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.</l><l n="17">ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>