<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.402-2.426</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.402-2.426</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="402"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι</l><l n="403">ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·</l><l n="404">ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.</l></q><l n="405"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="406">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="407">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.</l><l n="409">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="410"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη</l><l n="411">ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,</l><l n="412">οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="414">οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ</l><l n="415">κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.</l><l n="416">ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,</l><l n="417">νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς</l><l n="418">ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,</l><l n="419">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.</l><l n="420">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="421">ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.</l><l n="422">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="423">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.</l><l n="424">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="425">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="426">ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>