<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.381-3.152</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.381-3.152</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="381">Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.</l><l n="382"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="383">Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,</l><l n="384">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,</l><l n="385">ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.</l><l n="386">ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν</l><l n="387">ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.</l><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="389">καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ</l><l n="390">ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.</l><l n="391">στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι</l><l n="392">ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.</l><l n="393"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="394">βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·</l><l n="395">ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,</l><l n="396">πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.</l><l n="397">οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="398">ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.</l><l n="399">αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη</l><l n="400">ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,</l><l n="401">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·</l><q type="unspecified"><l n="402"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι</l><l n="403">ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·</l><l n="404">ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.</l></q><l n="405"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="406">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="407">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.</l><l n="409">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="410"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη</l><l n="411">ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,</l><l n="412">οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="414">οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ</l><l n="415">κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.</l><l n="416">ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,</l><l n="417">νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς</l><l n="418">ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,</l><l n="419">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.</l><l n="420">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="421">ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.</l><l n="422">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="423">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.</l><l n="424">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="425">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="426">ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.</l><l n="427">ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="428">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="429">ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="430">δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν</l><l n="431">στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="432">λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,</l><l n="433">ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.</l><l n="434">παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.</l></div><div n="3" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,</l><l n="2">οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι</l><l n="3">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="4">οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,</l><l n="5">ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,</l><l n="6">ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.</l><l n="7">ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ</l><l n="8">ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.</l><l n="9">εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,</l><l n="10">οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης</l><l n="11">στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="12">ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.</l><l n="13">τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="14"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·</l><l n="15">τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι</l><l n="16">πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.</l><l n="17">ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·</l><l n="18">εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.</l><l n="19">λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·</l><l n="20">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="22">Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;</l><l n="23">οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·</l><l n="24">αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.</l></q><l n="25"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="26">Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,</l><l n="27">ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω</l><l n="28">οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="30">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="31">ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,</l><l n="32">ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι</l><l n="33">δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.</l><l n="34">οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,</l><l n="35">χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.</l><l n="36">πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν</l><l n="37">ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ</l><l n="38">κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν</l><l n="39">πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·</l><l n="40">δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="41">χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα</l><l n="42">Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·</l><l n="44">τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.</l><l n="45">αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,</l><l n="46">δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου</l><l n="47">σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν</l><l n="48">εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.</l><l n="49">ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·</l><l n="50">τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.</l></q><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l><l n="54">αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·</l><q type="unspecified"><l n="55"><milestone unit="para" ed="P"/>κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς</l><l n="56">ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.</l><l n="57">Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,</l><l n="58">αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν</l><l n="59">σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.</l><l n="60">δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,</l><l n="61">οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.</l></q><l n="62"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.</l><l n="63">δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·</l><l n="64">ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.</l><l n="65">οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="66">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.</l><l n="67">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="68">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="69"><milestone unit="para" ed="P"/>νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="70">ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.</l><l n="71">ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;</l><l n="72">ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε</l><l n="73">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="74">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="75"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα</l><l n="76">θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη</l><l n="77">θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο</l><l n="78">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="80">εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="81">ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·</l><l n="82">πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.</l><l n="83">πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,</l><l n="84">δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι</l><l n="85">σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.</l><l n="86">ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,</l><l n="87">πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,</l><l n="88">κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.</l><l n="89">οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,</l><l n="90">εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,</l><l n="91">εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.</l><l n="92">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="93">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="94">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="95">πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="96">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="97">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="98">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,</l><l n="99">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="100">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="101">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="102" unit="card" ed="p"/><l n="102"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="103">ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ</l><l n="104">δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,</l><l n="105">ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον</l><l n="106">πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,</l><l n="107">ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="108">μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.</l><l n="109">ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,</l><l n="110">ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="111">ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,</l><l n="112">Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·</l><l n="113">ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα</l><l n="114">πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;</l><l n="115">οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων</l><l n="116">ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·</l><l n="117">πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.</l><l n="118">εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες</l><l n="119">παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.</l><l n="120">ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην</l><l n="121">ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς</l><l n="122">παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε</l><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="136">ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.</l><l n="137">τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,</l><l n="138">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,</l><l n="139">οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,</l><l n="140">μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.</l><milestone n="141" unit="card" ed="p"/><l n="141">ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς</l><l n="142">νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="143">οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα</l><l n="144">λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,</l><l n="145">ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,</l><l n="146">νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="147">οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.</l><l n="148">ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν</l><l n="149">ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ</l><l n="150">ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.</l><l n="151">νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες</l><l n="152">ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>