<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.377-3.352</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.377-3.352</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="377"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.</l><l n="378">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="379">αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,</l><l n="380">ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.</l><l n="381">Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.</l><l n="382"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="383">Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,</l><l n="384">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,</l><l n="385">ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.</l><l n="386">ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν</l><l n="387">ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.</l><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="389">καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ</l><l n="390">ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.</l><l n="391">στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι</l><l n="392">ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.</l><l n="393"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="394">βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·</l><l n="395">ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,</l><l n="396">πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.</l><l n="397">οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="398">ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.</l><l n="399">αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη</l><l n="400">ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,</l><l n="401">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·</l><q type="unspecified"><l n="402"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι</l><l n="403">ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·</l><l n="404">ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.</l></q><l n="405"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="406">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="407">αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,</l><l n="408">εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.</l><l n="409">τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·</l><q type="unspecified"><l n="410"><milestone unit="para" ed="P"/>δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη</l><l n="411">ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,</l><l n="412">οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.</l></q><l n="413"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.</l><l n="414">οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ</l><l n="415">κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.</l><l n="416">ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,</l><l n="417">νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς</l><l n="418">ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,</l><l n="419">ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.</l><l n="420">τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,</l><l n="421">ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.</l><l n="422">Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν</l><l n="423">ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.</l><l n="424">ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης</l><l n="425">στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,</l><l n="426">ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.</l><l n="427">ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα</l><l n="428">στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·</l><l n="429">ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.</l><l n="430">δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν</l><l n="431">στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,</l><l n="432">λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,</l><l n="433">ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.</l><l n="434">παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.</l></div><div n="3" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,</l><l n="2">οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι</l><l n="3">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·</l><l n="4">οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,</l><l n="5">ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,</l><l n="6">ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.</l><l n="7">ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ</l><l n="8">ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.</l><l n="9">εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,</l><l n="10">οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης</l><l n="11">στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·</l><l n="12">ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.</l><l n="13">τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="14"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ
                     ἠβαιόν·</l><l n="15">τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι</l><l n="16">πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.</l><l n="17">ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·</l><l n="18">εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.</l><l n="19">λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·</l><l n="20">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.</l></q><l n="21"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="22">Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;</l><l n="23">οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·</l><l n="24">αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.</l></q><l n="25"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="26">Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,</l><l n="27">ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω</l><l n="28">οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="29"><milestone unit="para" ed="P"/>ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη</l><l n="30">καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.</l><l n="31">ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,</l><l n="32">ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι</l><l n="33">δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.</l><l n="34">οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,</l><l n="35">χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.</l><l n="36">πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν</l><l n="37">ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ</l><l n="38">κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν</l><l n="39">πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·</l><l n="40">δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν</l><l n="41">χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα</l><l n="42">Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·</l><q type="unspecified"><l n="43"><milestone unit="para" ed="P"/>εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·</l><l n="44">τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.</l><l n="45">αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,</l><l n="46">δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου</l><l n="47">σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν</l><l n="48">εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.</l><l n="49">ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·</l><l n="50">τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.</l></q><milestone n="51" unit="card" ed="p"/><l n="51"><milestone unit="para" ed="P"/>ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·</l><l n="52">χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,</l><l n="53">οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·</l><l n="54">αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·</l><q type="unspecified"><l n="55"><milestone unit="para" ed="P"/>κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς</l><l n="56">ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.</l><l n="57">Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,</l><l n="58">αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν</l><l n="59">σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.</l><l n="60">δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,</l><l n="61">οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.</l></q><l n="62"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.</l><l n="63">δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·</l><l n="64">ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.</l><l n="65">οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,</l><l n="66">μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.</l><l n="67">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="68">τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="69"><milestone unit="para" ed="P"/>νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="70">ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.</l><l n="71">ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;</l><l n="72">ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε</l><l n="73">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται</l><l n="74">ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;</l></q><l n="75"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα</l><l n="76">θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη</l><l n="77">θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο</l><l n="78">ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·</l><q type="unspecified"><l n="79"><milestone unit="para" ed="P"/>ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="80">εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.</l><l n="81">ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·</l><l n="82">πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.</l><l n="83">πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,</l><l n="84">δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι</l><l n="85">σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.</l><l n="86">ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,</l><l n="87">πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,</l><l n="88">κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.</l><l n="89">οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,</l><l n="90">εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,</l><l n="91">εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.</l><l n="92">τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα</l><l n="93">κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας</l><l n="94">ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας</l><l n="95">πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.</l><l n="96">μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,</l><l n="97">ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.</l><l n="98">λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,</l><l n="99">ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε</l><l n="100">δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,</l><l n="101">τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.</l></q><milestone n="102" unit="card" ed="p"/><l n="102"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="103">ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ</l><l n="104">δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,</l><l n="105">ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον</l><l n="106">πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,</l><l n="107">ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="108">μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.</l><l n="109">ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,</l><l n="110">ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="111">ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,</l><l n="112">Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·</l><l n="113">ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα</l><l n="114">πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;</l><l n="115">οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων</l><l n="116">ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·</l><l n="117">πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.</l><l n="118">εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες</l><l n="119">παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.</l><l n="120">ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην</l><l n="121">ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς</l><l n="122">παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε</l><l n="123">κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.</l><l n="124">ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης</l><l n="125">ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.</l><l n="126">ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="127">οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,</l><l n="128">ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="129">φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.</l><l n="130">αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,</l><l n="131">βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,</l><l n="132">καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον</l><l n="133">Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι</l><l n="134">πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον</l><l n="135">μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="136">ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.</l><l n="137">τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,</l><l n="138">μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,</l><l n="139">οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,</l><l n="140">μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.</l><milestone n="141" unit="card" ed="p"/><l n="141">ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς</l><l n="142">νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="143">οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα</l><l n="144">λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,</l><l n="145">ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,</l><l n="146">νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="147">οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.</l><l n="148">ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν</l><l n="149">ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ</l><l n="150">ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.</l><l n="151">νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες</l><l n="152">ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·</l><l n="153">ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν</l><l n="154">κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.</l><l n="155">ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες</l><l n="156">αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·</l><l n="157">ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα</l><l n="158">ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.</l><l n="159">ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,</l><l n="160">οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,</l><l n="161">σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.</l><l n="162">οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας</l><l n="163">ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,</l><l n="164">αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·</l><l n="165">αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,</l><l n="166">φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.</l><l n="167">φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.</l><l n="168">ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,</l><l n="169">ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,</l><l n="170">ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,</l><l n="171">νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,</l><l n="172">ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.</l><l n="173">ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν</l><l n="174">δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν</l><l n="175">τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.</l><l n="176">ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα</l><l n="177">ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν</l><l n="178">ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων</l><l n="179">πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.</l><l n="180">τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας</l><l n="181">Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο</l><l n="182">ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη</l><l n="183">οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.</l><milestone n="184" unit="card" ed="p"/><l n="184"><milestone unit="para" ed="P"/>ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα</l><l n="185">κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.</l><l n="186">ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι</l><l n="187">πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.</l><l n="188">εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,</l><l n="189">οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,</l><l n="190">εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.</l><l n="191">πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,</l><l n="192">οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.</l><l n="193">Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,</l><l n="194">ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.</l><l n="195">ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·</l><l n="196">ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι</l><l n="197">ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,</l><l n="198">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="199">καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,</l><l n="200">ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.</l></q><l n="201"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="202">ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,</l><l n="203">καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ</l><l n="204">οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·</l><l n="205">αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,</l><l n="206">τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,</l><l n="207">οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.</l><l n="208">ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,</l><l n="209">πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.</l></q><l n="210"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="211">ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,</l><l n="212">φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς</l><l n="213">ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·</l><l n="214">εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ</l><l n="215">ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.</l><l n="216">τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,</l><l n="217">ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;</l><l n="218">εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,</l><l n="219">ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο</l><l n="220">δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—</l><l n="221">οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,</l><l n="222">ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—</l><l n="223">εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,</l><l n="224">τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.</l></q><l n="225"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="226">ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·</l><l n="227">λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε</l><l n="228">ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.</l></q><milestone n="229" unit="card" ed="p"/><l n="229"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="230">Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="231">ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.</l><l n="232">βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας</l><l n="233">οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,</l><l n="234">ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων</l><l n="235">ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.</l><l n="236">ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ</l><l n="237">καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ</l><l n="238">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.</l></q><l n="239"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="240">Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·</l><l n="241">κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη</l><l n="242">φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.</l><l n="243">νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι</l><l n="244">Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·</l><l n="245">τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·</l><l n="246">ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.</l><l n="247">ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·</l><l n="248">πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;</l><l n="249">ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον</l><l n="250">Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;</l><l n="251">ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ</l><l n="252">πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;</l></q><l n="253"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q type="unspecified"><l n="254">τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.</l><l n="255">ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,</l><l n="256">εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν</l><l n="257">Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·</l><l n="258">τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,</l><l n="259">ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν</l><l n="260">κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν</l><l n="261">κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.</l><l n="262">ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους</l><l n="263">ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο</l><l n="264">πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.</l><l n="265">ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς</l><l n="266">δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·</l><l n="267">πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν</l><l n="268">Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.</l><l n="269">ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,</l><l n="270">δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην</l><l n="271">κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,</l><l n="272">τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.</l><l n="273">πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="274">πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,</l><l n="275">ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.</l><milestone n="276" unit="card" ed="p"/><l n="276"><milestone unit="para" ed="P"/>ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,</l><l n="277">Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·</l><l n="278">ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,</l><l n="279">ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων</l><l n="280">οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,</l><l n="281">πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,</l><l n="282">Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων</l><l n="283">νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.</l><l n="284">ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,</l><l n="285">ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.</l><l n="286">ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον</l><l n="287">ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ</l><l n="288">ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς</l><l n="289">ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,</l><l n="290">κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.</l><l n="291">ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,</l><l n="292">ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="293">ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη</l><l n="294">ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·</l><l n="295">ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,</l><l n="296">ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.</l><l n="297">αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον</l><l n="298">ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν</l><l n="299">κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους</l><l n="300">Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.</l><l n="301">ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων</l><l n="302">ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·</l><l n="303">τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.</l><l n="305">ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,</l><l n="304">κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.</l><l n="306">τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης</l><l n="307">ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,</l><l n="308">Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.</l><l n="309">ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν</l><l n="310">μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·</l><l n="311">αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος</l><l n="312">πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.</l><l n="313"><milestone unit="para" ed="P"/>καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ
                     ἀλάλησο,</l><l n="314">κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν</l><l n="315">οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν</l><l n="316">κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.</l><l n="317">ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα</l><l n="318">ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,</l><l n="319">ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ</l><l n="320">ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι</l><l n="321">ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ</l><l n="322">αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.</l><l n="323">ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·</l><l n="324">εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,</l><l n="325">πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται</l><l n="326">ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.</l><l n="327">λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·</l><l n="328">ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.</l></q><milestone n="329" unit="card" ed="p"/><l n="329"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας
                  ἦλθε.</l><l n="330">τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·</l><q type="unspecified"><l n="331">ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·</l><l n="332">ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,</l><l n="333">ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν</l><l n="334">σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.</l><l n="335">ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·</l><l n="336">δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.</l><l n="338">τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,</l><l n="339">κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,</l><l n="340">νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·</l><l n="341">γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.</l><l n="342">αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,</l><l n="343">δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς</l><l n="344">ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.</l><l n="345">Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·</l><q type="unspecified"><l n="346"><milestone unit="para" ed="P"/>Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ
                     ἄλλοι,</l><l n="347">ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε</l><l n="348">ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,</l><l n="349">ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,</l><l n="350">οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.</l><l n="351">αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.</l><l n="352">οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>