<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.369-2.397</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.369-2.397</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q><l n="377"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.</l><l n="378">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="379">αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,</l><l n="380">ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.</l><l n="381">Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.</l><l n="382"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="383">Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,</l><l n="384">καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,</l><l n="385">ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.</l><l n="386">ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν</l><l n="387">ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.</l><milestone n="388" unit="card" ed="p"/><l n="388"><milestone unit="para" ed="P"/>δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,</l><l n="389">καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ</l><l n="390">ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.</l><l n="391">στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι</l><l n="392">ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.</l><l n="393"><milestone unit="para" ed="P"/>ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.</l><l n="394">βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·</l><l n="395">ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,</l><l n="396">πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.</l><l n="397">οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>