<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.352-2.376</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.352-2.376</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="352">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="353">δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.</l><l n="354">ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·</l><l n="355">εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.</l><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>