<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.340-2.368</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.340-2.368</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="340">ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο</l><l n="341">ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,</l><l n="342">ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς</l><l n="343">οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.</l><l n="344">κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,</l><l n="345">δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ</l><l n="346">ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,</l><l n="347">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.</l><l n="348">τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·</l><q type="unspecified"><l n="349"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν
                     ἄφυσσον</l><l n="350">ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις</l><l n="351">κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι</l><l n="352">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="353">δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.</l><l n="354">ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·</l><l n="355">εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.</l><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>