<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.307-2.336</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.307-2.336</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l><l n="313">κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;</l><l n="314">νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων</l><l n="315">πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,</l><l n="316">πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,</l><l n="317">ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.</l><l n="318">εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,</l><l n="319">ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων</l><l n="320">γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο</l><l n="322">ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.</l><l n="323">οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.</l><l n="324">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.</l><l n="326">ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος</l><l n="327">ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·</l><l n="328">ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,</l><l n="329">ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,</l><l n="330">ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.</l></q><l n="331"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="332">τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς</l><l n="333">τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;</l><l n="334">οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·</l><l n="335">κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε</l><l n="336">τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>