<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.187-2.312</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.187-2.312</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="262">κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ</l><l n="263">καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον</l><l n="264">νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο</l><l n="265">ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,</l><l n="266">μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.</l></q><milestone n="267" unit="card" ed="p"/><l n="267"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="268">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,</l><l n="269">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="270"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,</l><l n="271">εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,</l><l n="272">οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·</l><l n="273">οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.</l><l n="274">εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,</l><l n="275">οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.</l><l n="276">παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,</l><l n="277">οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</l><l n="278">ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,</l><l n="279">οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,</l><l n="280">ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.</l><l n="281">τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε</l><l n="282">ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·</l><l n="283">οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="284">ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.</l><l n="285">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·</l><l n="286">τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,</l><l n="287">ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.</l><l n="288">ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,</l><l n="289">ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,</l><l n="290">οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,</l><l n="291">δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους</l><l n="292">αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες</l><l n="293">πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·</l><l n="294">τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,</l><l n="295">ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="297">Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="298">βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,</l><l n="299">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,</l><l n="300">αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.</l><l n="301">Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,</l><l n="302">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="303"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο</l><l n="304">ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,</l><l n="305">ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.</l><l n="306">ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,</l><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>