<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.175-2.380</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.175-2.380</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="175">ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ</l><l n="176">οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l></q><milestone n="177" unit="card" ed="p"/><l n="177"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="178">ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν</l><l n="179">οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·</l><l n="180">ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.</l><l n="181">ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο</l><l n="182">φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς</l><l n="183">ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ</l><l n="184">ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,</l><l n="185">οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,</l><l n="186">σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.</l><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q type="unspecified"><l n="229"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="230">μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω</l><l n="231">σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,</l><l n="232">ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·</l><l n="233">ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο</l><l n="234">λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.</l><l n="235">ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω</l><l n="236">ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·</l><l n="237">σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως</l><l n="238">οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.</l><l n="239">νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες</l><l n="240">ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι</l><l n="241">παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.</l></q><l n="242"><milestone unit="para" ed="P"/>τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="243">Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες</l><l n="244">ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ</l><l n="245">ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.</l><l n="246">εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν</l><l n="247">δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς</l><l n="248">ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,</l><l n="249">οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,</l><l n="250">ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,</l><l n="251">εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.</l><l n="252">ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,</l><l n="253">τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,</l><l n="254">οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.</l><l n="255">ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων</l><l n="256">πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.</l></q><l n="257"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.</l><l n="258">οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,</l><l n="259">μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.</l><l n="260"><milestone unit="para" ed="P"/>Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,</l><l n="261">χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·</l><q type="unspecified"><l n="262">κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ</l><l n="263">καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον</l><l n="264">νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο</l><l n="265">ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,</l><l n="266">μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.</l></q><milestone n="267" unit="card" ed="p"/><l n="267"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,</l><l n="268">Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,</l><l n="269">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="270"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ
                     ἀνοήμων,</l><l n="271">εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,</l><l n="272">οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·</l><l n="273">οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.</l><l n="274">εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,</l><l n="275">οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.</l><l n="276">παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,</l><l n="277">οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.</l><l n="278">ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,</l><l n="279">οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,</l><l n="280">ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.</l><l n="281">τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε</l><l n="282">ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·</l><l n="283">οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,</l><l n="284">ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.</l><l n="285">σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·</l><l n="286">τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,</l><l n="287">ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.</l><l n="288">ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,</l><l n="289">ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,</l><l n="290">οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,</l><l n="291">δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους</l><l n="292">αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες</l><l n="293">πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·</l><l n="294">τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,</l><l n="295">ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.</l></q><l n="296"><milestone unit="para" ed="P"/>ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="297">Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="298">βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,</l><l n="299">εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,</l><l n="300">αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.</l><l n="301">Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,</l><l n="302">ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="303"><milestone unit="para" ed="P"/>Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι
                     ἄλλο</l><l n="304">ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,</l><l n="305">ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.</l><l n="306">ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,</l><l n="307">νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι</l><l n="308">ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.</l></q><milestone n="309" unit="card" ed="p"/><l n="309"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="310">Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν</l><l n="311">δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.</l><l n="312">ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ</l><l n="313">κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;</l><l n="314">νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων</l><l n="315">πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,</l><l n="316">πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,</l><l n="317">ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.</l><l n="318">εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,</l><l n="319">ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων</l><l n="320">γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.</l></q><l n="321"><milestone unit="para" ed="P"/>ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο</l><l n="322">ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.</l><l n="323">οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.</l><l n="324">ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="325"><milestone unit="para" ed="P"/>ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.</l><l n="326">ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος</l><l n="327">ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·</l><l n="328">ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,</l><l n="329">ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,</l><l n="330">ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.</l></q><l n="331"><milestone unit="para" ed="P"/>ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·</l><q type="unspecified"><l n="332">τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς</l><l n="333">τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;</l><l n="334">οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·</l><l n="335">κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε</l><l n="336">τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.</l></q><l n="337"><milestone unit="para" ed="P"/>ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς</l><l n="338">εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο</l><l n="339">ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·</l><l n="340">ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο</l><l n="341">ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,</l><l n="342">ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς</l><l n="343">οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.</l><l n="344">κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,</l><l n="345">δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ</l><l n="346">ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,</l><l n="347">Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.</l><l n="348">τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·</l><q type="unspecified"><l n="349"><milestone unit="para" ed="P"/>μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν
                     ἄφυσσον</l><l n="350">ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις</l><l n="351">κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι</l><l n="352">διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.</l><l n="353">δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.</l><l n="354">ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·</l><l n="355">εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.</l><l n="356">αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·</l><l n="357">ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ</l><l n="358">μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.</l><l n="359">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="360">νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,</l><l n="362">καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·</l><q type="unspecified"><l n="363">τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα</l><l n="364">ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν</l><l n="365">μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης</l><l n="366">διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.</l><l n="367">οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,</l><l n="368">ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.</l><l n="369">ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ</l><l n="370">πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.</l></q><l n="371"><milestone unit="para" ed="P"/>τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="372">θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.</l><l n="373">ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,</l><l n="374">πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,</l><l n="375">ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,</l><l n="376">ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.</l></q><l n="377"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.</l><l n="378">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="379">αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,</l><l n="380">ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>