<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.135-2.168</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.135-2.168</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l><l n="167">οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν</l><l n="168">φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>