<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.133-2.228</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.133-2.228</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><q type="unspecified"><l n="133">Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.</l><l n="134">ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων</l><l n="135">δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς</l><l n="136">οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων</l><l n="137">ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.</l><l n="138">ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,</l><l n="139">ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας</l><l n="140">ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.</l><l n="141">εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον</l><l n="142">ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,</l><l n="143">κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,</l><l n="144">αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.</l><l n="145">νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.</l></q><l n="146"><milestone unit="para" ed="P"/>ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς</l><l n="147">ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.</l><l n="148">τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο</l><l n="149">πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·</l><l n="150">ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,</l><l n="151">ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,</l><l n="152">ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·</l><l n="153">δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς</l><l n="154">δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.</l><l n="155">θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·</l><l n="156">ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.</l><l n="157">τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης</l><l n="158">Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο</l><l n="159">ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·</l><l n="160">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q type="unspecified"><l n="161"><milestone unit="para" ed="P"/>κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν
                     εἴπω·</l><l n="162">μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·</l><l n="163">τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς</l><l n="164">δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη</l><l n="165">ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει</l><l n="166">πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,</l><l n="167">οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν</l><l n="168">φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ</l><l n="169">παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.</l><l n="170">οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·</l><l n="171">καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,</l><l n="172">ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="173">Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.</l><l n="174">φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,</l><l n="175">ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ</l><l n="176">οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.</l></q><milestone n="177" unit="card" ed="p"/><l n="177"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="178">ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν</l><l n="179">οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·</l><l n="180">ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.</l><l n="181">ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο</l><l n="182">φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς</l><l n="183">ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ</l><l n="184">ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,</l><l n="185">οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,</l><l n="186">σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.</l><l n="187">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="188">αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς</l><l n="189">παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,</l><l n="190">αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,</l><l n="191">πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·</l><l n="192">σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ</l><l n="193">τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.</l><l n="194">Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·</l><l n="195">μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·</l><l n="196">οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα</l><l n="197">πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.</l><l n="198">οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν</l><l n="199">μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,</l><l n="200">οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,</l><l n="201">οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,</l><l n="202">μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.</l><l n="203">χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα</l><l n="204">ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς</l><l n="205">ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα</l><l n="206">εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας</l><l n="207">ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.</l></q><l n="208"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·</l><q type="unspecified"><l n="209">Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,</l><l n="210">ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·</l><l n="211">ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.</l><l n="212">ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,</l><l n="213">οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.</l><l n="214">εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα</l><l n="215">νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,</l><l n="216">ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω</l><l n="217">ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·</l><l n="218">εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,</l><l n="219">ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·</l><l n="220">εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,</l><l n="221">νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν</l><l n="222">σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω</l><l n="223">πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.</l></q><milestone n="224" unit="card" ed="p"/><l n="224"><milestone unit="para" ed="P"/>ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ
                  ἀνέστη</l><l n="225">Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,</l><l n="226">καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,</l><l n="227">πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·</l><l n="228">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>