<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.12-2.24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:2.12-2.24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="2" type="textpart" subtype="book"><l n="12">θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.</l><l n="13">τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·</l><l n="14">ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.</l><l n="15">τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,</l><l n="16">ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.</l><l n="17">καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι</l><l n="18">Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,</l><l n="19">Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ</l><l n="20">ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.</l><l n="21">τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,</l><l n="22">Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.</l><l n="23">ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.</l><l n="24">τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>