<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.98-19.120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.98-19.120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="98">ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ</l><l n="99">ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.</l></q><l n="100">ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα</l><l n="101">δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·</l><l n="102">ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="104"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="105">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><l n="106"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="107">ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="108">νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,</l><l n="109">ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς</l><l n="110">ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων</l><l n="111">εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα</l><l n="112">πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,</l><l n="113">τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς</l><l n="114">ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.</l><l n="115">τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,</l><l n="116">μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,</l><l n="117">μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων</l><l n="118">μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ</l><l n="119">οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε</l><l n="120">ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>