<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.79-19.111</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.79-19.111</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="79">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><l n="80">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·</l><l n="81">τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς</l><l n="82">ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·</l><l n="83">μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,</l><l n="84">ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.</l><l n="85">εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,</l><l n="86">ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,</l><l n="87">Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν</l><l n="88">λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.</l></q><milestone n="89" unit="card" ed="p"/><l n="89"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,</l><l n="90">ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="91"><milestone unit="para" ed="P"/>πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις</l><l n="92">ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·</l><l n="93">πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς</l><l n="94">ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν</l><l n="95">ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="97">Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="98">ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ</l><l n="99">ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.</l></q><l n="100">ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα</l><l n="101">δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·</l><l n="102">ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="104"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="105">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><l n="106"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="107">ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="108">νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,</l><l n="109">ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς</l><l n="110">ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων</l><l n="111">εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>