<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.71-19.93</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.71-19.93</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="73">πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.</l><l n="74">τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι</l><l n="75">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="76">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="77">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="78">ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ</l><l n="79">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><l n="80">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·</l><l n="81">τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς</l><l n="82">ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·</l><l n="83">μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,</l><l n="84">ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.</l><l n="85">εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,</l><l n="86">ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,</l><l n="87">Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν</l><l n="88">λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.</l></q><milestone n="89" unit="card" ed="p"/><l n="89"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,</l><l n="90">ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="91"><milestone unit="para" ed="P"/>πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις</l><l n="92">ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·</l><l n="93">πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>