<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.563-20.31</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.563-20.31</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="563">αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·</l><l n="564">τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,</l><l n="565">οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·</l><l n="566">οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,</l><l n="567">οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.</l><l n="568">ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον</l><l n="569">ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.</l><l n="570">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="571">ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος</l><l n="572">οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,</l><l n="573">τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν</l><l n="574">ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·</l><l n="575">στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.</l><milestone n="576" unit="card" ed="p"/><l n="576">νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·</l><l n="577">ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι</l><l n="578">καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,</l><l n="579">τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα</l><l n="580">κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·</l><l n="581">τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.</l></q><l n="582"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="583">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="584">μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·</l><l n="585">πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="586">πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας</l><l n="587">νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.</l></q><l n="588"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="589">εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι</l><l n="590">τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.</l><l n="591">ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ</l><l n="592">ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν</l><l n="593">ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.</l><l n="594">ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα</l><l n="595">λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,</l><l n="596">αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς</l><l n="597">ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.</l><l n="598">ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,</l><l n="599">ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.</l></q><l n="600"><milestone unit="para" ed="P"/>ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,</l><l n="601">οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.</l><l n="602">ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ</l><l n="603">κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον</l><l n="604">ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.</l></div><div n="20" type="textpart" subtype="book"><milestone n="1" unit="card" ed="p"/><l n="1">αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·</l><l n="2">κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε</l><l n="3">κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·</l><l n="4">Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.</l><l n="5">ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ</l><l n="6">κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες</l><l n="7">ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,</l><l n="8">ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.</l><l n="9">τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·</l><l n="10">πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="11">ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,</l><l n="12">ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι</l><l n="13">ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.</l><l n="14">ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα</l><l n="15">ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,</l><l n="16">ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·</l><l n="17">στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·</l><q type="unspecified"><l n="18"><milestone unit="para" ed="P"/>τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ
                     ἔτλης.</l><l n="19">ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ</l><l n="20">ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις</l><l n="21">ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.</l></q><l n="22"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·</l><l n="23">τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα</l><l n="24">νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.</l><l n="25">ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,</l><l n="26">ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα</l><l n="27">αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,</l><l n="28">ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων</l><l n="29">ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει</l><l n="30">μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη</l><l n="31">οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>