<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.541-19.573</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.541-19.573</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="541">αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,</l><l n="542">ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,</l><l n="543">οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.</l><milestone n="544" unit="card" ed="p"/><l n="544">ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,</l><l n="545">φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="546"><milestone unit="para" ed="P"/>θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·</l><l n="547">οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.</l><l n="548">χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις</l><l n="549">ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,</l><l n="550">ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.</l></q><l n="551"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·</l><l n="552">παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα</l><l n="553">πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.</l></q><l n="554"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="555">ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον</l><l n="556">ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς</l><l n="557">πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος</l><l n="558">πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.</l></q><l n="559"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="560">ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι</l><l n="561">γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.</l><l n="562">δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·</l><l n="563">αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·</l><l n="564">τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,</l><l n="565">οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·</l><l n="566">οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,</l><l n="567">οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.</l><l n="568">ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον</l><l n="569">ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.</l><l n="570">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="571">ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος</l><l n="572">οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,</l><l n="573">τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>