<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.528-19.556</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.528-19.556</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="528">ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="529">μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.</l><l n="530">παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,</l><l n="531">γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·</l><l n="532">νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,</l><l n="533">καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,</l><l n="534">κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.</l><l n="535">ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.</l><l n="536">χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν</l><l n="537">ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·</l><l n="538">ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης</l><l n="539">πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο</l><l n="540">ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.</l><l n="541">αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,</l><l n="542">ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,</l><l n="543">οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.</l><milestone n="544" unit="card" ed="p"/><l n="544">ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,</l><l n="545">φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="546"><milestone unit="para" ed="P"/>θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·</l><l n="547">οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.</l><l n="548">χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις</l><l n="549">ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,</l><l n="550">ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.</l></q><l n="551"><milestone unit="para" ed="P"/>ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·</l><l n="552">παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα</l><l n="553">πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.</l></q><l n="554"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="555">ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον</l><l n="556">ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>