<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.52-19.74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.52-19.74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="52">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.</l><l n="53"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="54">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</l><l n="55">τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,</l><l n="56">δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων</l><l n="57">ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε</l><l n="58">προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.</l><l n="59">ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.</l><l n="60">ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.</l><l n="61">αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας</l><l n="62">καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·</l><l n="63">πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν</l><l n="64">νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.</l><l n="65">ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·</l><q type="unspecified"><l n="66">ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα</l><l n="67">δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;</l><l n="68">ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·</l><l n="69">ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.</l></q><l n="70"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="73">πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.</l><l n="74">τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>