<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.508-19.540</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.508-19.540</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="508"><milestone unit="para" ed="P"/>τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="509">ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="510">καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,</l><l n="511">ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.</l><l n="512">αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·</l><l n="513">ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,</l><l n="514">ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·</l><l n="515">αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,</l><l n="516">κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ</l><l n="517">ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.</l><l n="518">ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,</l><l n="519">καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,</l><l n="520">δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,</l><l n="521">ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,</l><l n="522">παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ</l><l n="523">κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,</l><l n="524">ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,</l><l n="525">ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,</l><l n="526">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="527">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="528">ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="529">μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.</l><l n="530">παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,</l><l n="531">γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·</l><l n="532">νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,</l><l n="533">καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,</l><l n="534">κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.</l><l n="535">ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.</l><l n="536">χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν</l><l n="537">ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·</l><l n="538">ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης</l><l n="539">πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο</l><l n="540">ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>