<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.475-19.507</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.475-19.507</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l><l n="478">ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·</l><l n="479">τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="480">χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,</l><l n="481">τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.</l><q type="unspecified"><l n="482"><milestone unit="para" ed="P"/>μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ</l><l n="483">τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας</l><l n="484">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="485">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="486">σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.</l><l n="487">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="488">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="489">οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας</l><l n="490">δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.</l></q><l n="491"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="492">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="493">οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,</l><l n="494">ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.</l><l n="495">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="496">εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="497">δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,</l><l n="498">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.</l></q><milestone n="499" unit="card" ed="p"/><l n="499"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="500">μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.</l><l n="501">εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·</l><l n="502">ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.</l></q><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="504">οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.</l><l n="505">αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,</l><l n="506">αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς</l><l n="507">θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>