<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.461-19.486</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.461-19.486</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l><l n="478">ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·</l><l n="479">τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="480">χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,</l><l n="481">τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.</l><q type="unspecified"><l n="482"><milestone unit="para" ed="P"/>μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ</l><l n="483">τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας</l><l n="484">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="485">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="486">σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>