<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.453-19.527</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.453-19.527</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="453">ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·</l><l n="454">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><milestone n="455" unit="card" ed="p"/><l n="455">τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,</l><l n="456">ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο</l><l n="457">δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν</l><l n="458">ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.</l><l n="459">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="460">εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες</l><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l><l n="478">ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·</l><l n="479">τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="480">χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,</l><l n="481">τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.</l><q type="unspecified"><l n="482"><milestone unit="para" ed="P"/>μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ</l><l n="483">τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας</l><l n="484">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="485">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="486">σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.</l><l n="487">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="488">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="489">οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας</l><l n="490">δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.</l></q><l n="491"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="492">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="493">οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,</l><l n="494">ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.</l><l n="495">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="496">εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="497">δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,</l><l n="498">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.</l></q><milestone n="499" unit="card" ed="p"/><l n="499"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="500">μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.</l><l n="501">εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·</l><l n="502">ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.</l></q><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="504">οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.</l><l n="505">αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,</l><l n="506">αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς</l><l n="507">θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.</l><l n="508"><milestone unit="para" ed="P"/>τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="509">ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="510">καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,</l><l n="511">ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.</l><l n="512">αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·</l><l n="513">ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,</l><l n="514">ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·</l><l n="515">αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,</l><l n="516">κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ</l><l n="517">ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.</l><l n="518">ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,</l><l n="519">καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,</l><l n="520">δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,</l><l n="521">ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,</l><l n="522">παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ</l><l n="523">κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,</l><l n="524">ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,</l><l n="525">ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,</l><l n="526">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="527">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>