<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.442-19.474</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.442-19.474</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l><l n="443">ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.</l><l n="444">τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,</l><l n="445">ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο</l><l n="446">φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,</l><l n="447">στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς</l><l n="448">ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,</l><l n="449">οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς</l><l n="450">γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι</l><l n="451">λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.</l><l n="452">τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,</l><l n="453">ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·</l><l n="454">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><milestone n="455" unit="card" ed="p"/><l n="455">τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,</l><l n="456">ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο</l><l n="457">δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν</l><l n="458">ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.</l><l n="459">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="460">εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες</l><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>