<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.434-19.449</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.434-19.449</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l><l n="443">ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.</l><l n="444">τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,</l><l n="445">ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο</l><l n="446">φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,</l><l n="447">στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς</l><l n="448">ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,</l><l n="449">οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>