<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.429-19.442</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.429-19.442</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><l n="429">βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ</l><l n="430">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="431">ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ</l><l n="432">Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.</l><l n="433">Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>