<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.409-19.441</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.409-19.441</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="409">τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,</l><l n="410">ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα</l><l n="411">ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,</l><l n="412">τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.</l></q><l n="413"><milestone unit="para" ed="P"/>τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.</l><l n="414">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="415">χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="416">μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ</l><l n="417">κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.</l><l n="418">Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι</l><l n="419">δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,</l><l n="420">αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·</l><l n="421">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="422">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="423">ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.</l><l n="424">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="425">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="426">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="427">δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l><l n="428"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="429">βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ</l><l n="430">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="431">ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ</l><l n="432">Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.</l><l n="433">Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>