<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.40-19.212</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.40-19.212</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="40">ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.</l></q><l n="41"><milestone unit="para" ed="P"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="42">σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·</l><l n="43">αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="44">ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,</l><l n="45">ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·</l><l n="46">ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.</l></q><milestone n="47" unit="card" ed="p"/><l n="47"><milestone unit="para" ed="P"/>ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="48">κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,</l><l n="49">ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·</l><l n="50">ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.</l><l n="51">αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,</l><l n="52">μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.</l><l n="53"><milestone unit="para" ed="P"/>ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,</l><l n="54">Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.</l><l n="55">τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,</l><l n="56">δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων</l><l n="57">ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε</l><l n="58">προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.</l><l n="59">ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.</l><l n="60">ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.</l><l n="61">αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας</l><l n="62">καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·</l><l n="63">πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν</l><l n="64">νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.</l><l n="65">ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·</l><q type="unspecified"><l n="66">ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα</l><l n="67">δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;</l><l n="68">ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·</l><l n="69">ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.</l></q><l n="70"><milestone unit="para" ed="P"/>τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="71">δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;</l><l n="72">ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,</l><l n="73">πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.</l><l n="74">τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι</l><l n="75">καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον</l><l n="76">ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,</l><l n="77">τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·</l><l n="78">ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ</l><l n="79">οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.</l><l n="80">ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·</l><l n="81">τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς</l><l n="82">ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·</l><l n="83">μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,</l><l n="84">ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.</l><l n="85">εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,</l><l n="86">ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,</l><l n="87">Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν</l><l n="88">λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.</l></q><milestone n="89" unit="card" ed="p"/><l n="89"><milestone unit="para" ed="P"/>ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,</l><l n="90">ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q type="unspecified"><l n="91"><milestone unit="para" ed="P"/>πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με
                     λήθεις</l><l n="92">ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·</l><l n="93">πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς</l><l n="94">ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν</l><l n="95">ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.</l></q><l n="96"><milestone unit="para" ed="P"/>ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·</l><q type="unspecified"><l n="97">Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,</l><l n="98">ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ</l><l n="99">ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.</l></q><l n="100">ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα</l><l n="101">δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·</l><l n="102">ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.</l><l n="103">τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="104"><milestone unit="para" ed="P"/>ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="105">τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;</l></q><l n="106"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="107">ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="108">νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,</l><l n="109">ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς</l><l n="110">ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων</l><l n="111">εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα</l><l n="112">πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,</l><l n="113">τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς</l><l n="114">ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.</l><l n="115">τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,</l><l n="116">μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,</l><l n="117">μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων</l><l n="118">μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ</l><l n="119">οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε</l><l n="120">ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·</l><l n="121">μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,</l><l n="122">φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.</l></q><l n="123"><milestone unit="para" ed="P"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="124">ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε</l><l n="125">ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον</l><l n="126">Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς</l><l n="127">εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,</l><l n="128">μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.</l><l n="129">νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.</l><l n="130">ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,</l><l n="131">Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,</l><l n="132">οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,</l><l n="133">οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.</l><l n="134">τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων</l><l n="135">οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·</l><l n="136">ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.</l><l n="137">οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.</l><l n="138">φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,</l><l n="139">στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,</l><l n="140">λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·</l><q type="unspecified"><l n="141"><milestone unit="para" ed="P"/>κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος
                        Ὀδυσσεύς,</l><l n="142">μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος</l><l n="143">ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—</l><l n="144">Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν</l><l n="145">μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·</l><l n="146">μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,</l><l n="147">αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.</l></q><milestone n="148" unit="card" ed="p"/><l n="148"><milestone unit="para" ed="P"/>ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς
                     ἀγήνωρ.</l><l n="149">ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,</l><l n="150">νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.</l><l n="151">ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·</l><l n="152">ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,</l><l n="153">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="154">καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,</l><l n="155">εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.</l><l n="156">ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·</l><l n="157">νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην</l><l n="158">μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες</l><l n="159">γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,</l><l n="160">γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα</l><l n="161">οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.</l><l n="162">ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.</l><l n="163">οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.</l></q><l n="164"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="165">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="166">οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;</l><l n="167">ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις</l><l n="168">πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης</l><l n="169">ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,</l><l n="170">πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·</l><l n="171">ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.</l><l n="172">Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,</l><l n="173">καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι</l><l n="174">πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.</l><l n="175">ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,</l><l n="176">ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,</l><l n="177">Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.</l><l n="178">τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως</l><l n="179">ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,</l><l n="180">πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος</l><l n="181">Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·</l><l n="182">ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω</l><l n="183">ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,</l><l n="184">ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.</l><l n="185">ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.</l><l n="186">καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,</l><l n="187">ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·</l><l n="188">στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,</l><l n="189">ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.</l><milestone n="190" unit="card" ed="p"/><l n="190">αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·</l><l n="191">ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.</l><l n="192">τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς</l><l n="193">οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.</l><l n="194">τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,</l><l n="195">ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·</l><l n="196">καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,</l><l n="197">δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας</l><l n="198">καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.</l><l n="199">ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·</l><l n="200">εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ</l><l n="201">εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.</l><l n="202">τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.</l></q><l n="203"><milestone unit="para" ed="P"/>ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·</l><l n="204">τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·</l><l n="205">ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,</l><l n="206">ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·</l><l n="207">τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·</l><l n="208">ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,</l><l n="209">κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς</l><l n="210">θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,</l><l n="211">ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος</l><l n="212">ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>