<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.344-19.399</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.344-19.399</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l><l n="368">γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·</l><l n="369">νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="370">οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες</l><l n="371">ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,</l><l n="372">ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,</l><l n="373">τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων</l><l n="374">οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε</l><l n="375">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="376">τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης</l><l n="377">καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς</l><l n="378">κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·</l><l n="379">πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,</l><l n="380">ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="381">ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν</l><l n="384">ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν</l><l n="385">ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα</l><l n="387">τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ</l><l n="388">ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="389">ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·</l><l n="390">αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα</l><l n="391">οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.</l><l n="392">νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω</l><l n="393">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="394">Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,</l><l n="395">μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο</l><l n="396">κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν</l><l n="397">Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν</l><l n="398">ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.</l><l n="399">Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>