<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.336-19.549</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.336-19.549</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="336">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="337">ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα</l><l n="338">ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα</l><l n="339">νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,</l><l n="340">κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·</l><l n="341">πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ</l><l n="342">ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.</l><l n="343">οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ</l><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l><l n="368">γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·</l><l n="369">νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="370">οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες</l><l n="371">ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,</l><l n="372">ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,</l><l n="373">τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων</l><l n="374">οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε</l><l n="375">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="376">τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης</l><l n="377">καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς</l><l n="378">κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·</l><l n="379">πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,</l><l n="380">ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="381">ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν</l><l n="384">ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν</l><l n="385">ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα</l><l n="387">τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ</l><l n="388">ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="389">ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·</l><l n="390">αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα</l><l n="391">οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.</l><l n="392">νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω</l><l n="393">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι</l><l n="394">Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,</l><l n="395">μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο</l><l n="396">κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν</l><l n="397">Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν</l><l n="398">ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.</l><l n="399">Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον</l><l n="400">παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·</l><l n="401">τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε</l><l n="402">παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q type="unspecified"><l n="403"><milestone unit="para" ed="P"/>Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι</l><l n="404">παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.</l></q><milestone n="405" unit="card" ed="p"/><l n="405">τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·</l><q type="unspecified"><l n="406">γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·</l><l n="407">πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,</l><l n="408">ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·</l><l n="409">τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,</l><l n="410">ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα</l><l n="411">ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,</l><l n="412">τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.</l></q><l n="413"><milestone unit="para" ed="P"/>τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ
                  δῶρα.</l><l n="414">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="415">χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·</l><l n="416">μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ</l><l n="417">κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.</l><l n="418">Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι</l><l n="419">δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,</l><l n="420">αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·</l><l n="421">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="422">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="423">ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.</l><l n="424">ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="425">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="426">ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,</l><l n="427">δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.</l><l n="428"><milestone unit="para" ed="P"/>ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,</l><l n="429">βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ</l><l n="430">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="431">ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ</l><l n="432">Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.</l><l n="433">Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="434">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,</l><l n="435">οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν</l><l n="436">ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν</l><l n="437">υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς</l><l n="438">ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="439">ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·</l><l n="440">τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,</l><l n="441">οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,</l><l n="442">οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ</l><l n="443">ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.</l><l n="444">τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,</l><l n="445">ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο</l><l n="446">φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,</l><l n="447">στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς</l><l n="448">ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,</l><l n="449">οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς</l><l n="450">γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι</l><l n="451">λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.</l><l n="452">τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,</l><l n="453">ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·</l><l n="454">κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.</l><milestone n="455" unit="card" ed="p"/><l n="455">τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,</l><l n="456">ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο</l><l n="457">δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν</l><l n="458">ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.</l><l n="459">τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο</l><l n="460">εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες</l><l n="461">καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον</l><l n="462">εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ</l><l n="463">χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,</l><l n="464">οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν</l><l n="465">ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,</l><l n="466">Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.</l><l n="467"><milestone unit="para" ed="P"/>τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα</l><l n="468">γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·</l><l n="469">ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,</l><l n="470">ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.</l><l n="471">τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε</l><l n="472">δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.</l><l n="473">ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·</l><q type="unspecified"><l n="474"><milestone unit="para" ed="P"/>ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ
                     γε</l><l n="475">πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.</l></q><l n="476"><milestone unit="para" ed="P"/>ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,</l><l n="477">πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.</l><l n="478">ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·</l><l n="479">τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς</l><l n="480">χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,</l><l n="481">τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.</l><q type="unspecified"><l n="482"><milestone unit="para" ed="P"/>μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες
                     αὐτὴ</l><l n="483">τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας</l><l n="484">ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.</l><l n="485">ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,</l><l n="486">σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.</l><l n="487">ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·</l><l n="488">εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="489">οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας</l><l n="490">δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.</l></q><l n="491"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·</l><q type="unspecified"><l n="492">τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.</l><l n="493">οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,</l><l n="494">ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.</l><l n="495">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·</l><l n="496">εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,</l><l n="497">δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,</l><l n="498">αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.</l></q><milestone n="499" unit="card" ed="p"/><l n="499"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς</l><q type="unspecified"><l n="500">μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.</l><l n="501">εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·</l><l n="502">ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.</l></q><l n="503"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει</l><l n="504">οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.</l><l n="505">αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,</l><l n="506">αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς</l><l n="507">θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.</l><l n="508"><milestone unit="para" ed="P"/>τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="509">ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·</l><l n="510">καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,</l><l n="511">ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.</l><l n="512">αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·</l><l n="513">ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,</l><l n="514">ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·</l><l n="515">αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,</l><l n="516">κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ</l><l n="517">ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.</l><l n="518">ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,</l><l n="519">καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,</l><l n="520">δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,</l><l n="521">ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,</l><l n="522">παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ</l><l n="523">κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,</l><l n="524">ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,</l><l n="525">ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,</l><l n="526">κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,</l><l n="527">εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,</l><l n="528">ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="529">μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.</l><l n="530">παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,</l><l n="531">γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·</l><l n="532">νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,</l><l n="533">καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,</l><l n="534">κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.</l><l n="535">ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.</l><l n="536">χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν</l><l n="537">ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·</l><l n="538">ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης</l><l n="539">πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο</l><l n="540">ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.</l><l n="541">αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,</l><l n="542">ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,</l><l n="543">οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.</l><milestone n="544" unit="card" ed="p"/><l n="544">ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,</l><l n="545">φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·</l><q type="unspecified"><l n="546"><milestone unit="para" ed="P"/>θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·</l><l n="547">οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.</l><l n="548">χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις</l><l n="549">ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,</l></q></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>