<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.321-19.367</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.321-19.367</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="321">ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται</l><l n="322">ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων</l><l n="323">τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον</l><l n="324">ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.</l><l n="325">πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν</l><l n="326">ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,</l><l n="327">εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν</l><l n="328">δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.</l><l n="329">ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,</l><l n="330">τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω</l><l n="331">ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·</l><l n="332">ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,</l><l n="333">τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι</l><l n="334">πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.</l></q><l n="335">τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="336">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="337">ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα</l><l n="338">ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα</l><l n="339">νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,</l><l n="340">κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·</l><l n="341">πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ</l><l n="342">ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.</l><l n="343">οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ</l><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>