<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.301-19.323</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.301-19.323</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="301">ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="302">δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.</l><l n="303">ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="304">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="305">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="306">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="307">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="309">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="310">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="311">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l><l n="312">ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·</l><l n="313">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς</l><l n="314">τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ</l><l n="315">οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,</l><l n="316">ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,</l><l n="318">δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,</l><l n="319">ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.</l><l n="320">ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,</l><l n="321">ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται</l><l n="322">ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων</l><l n="323">τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον</l></q></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>