<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.287-19.393</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2:19.287-19.393</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg002.perseus-grc2" xml:lang="grc"><div n="19" type="textpart" subtype="book"><q type="unspecified"><l n="287">ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·</l><l n="288">ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,</l><l n="289">νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,</l><l n="290">οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.</l><l n="291">ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς</l><l n="292">ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.</l><l n="293">καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·</l><l n="294">καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,</l><l n="295">ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.</l><l n="296">τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο</l><l n="297">ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,</l><l n="298">ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν</l><l n="299">ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.</l><l n="300">ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη</l><l n="301">ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="302">δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.</l><l n="303">ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,</l><l n="304">ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·</l><l n="305">ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.</l><l n="306">τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,</l><l n="307">τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.</l></q><l n="308"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="309">αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·</l><l n="310">τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα</l><l n="311">ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.</l><l n="312">ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·</l><l n="313">οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς</l><l n="314">τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ</l><l n="315">οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,</l><l n="316">ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.</l><milestone n="317" unit="card" ed="p"/><l n="317">ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,</l><l n="318">δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,</l><l n="319">ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.</l><l n="320">ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,</l><l n="321">ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται</l><l n="322">ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων</l><l n="323">τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον</l><l n="324">ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.</l><l n="325">πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν</l><l n="326">ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,</l><l n="327">εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν</l><l n="328">δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.</l><l n="329">ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,</l><l n="330">τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω</l><l n="331">ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·</l><l n="332">ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,</l><l n="333">τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι</l><l n="334">πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.</l></q><l n="335">τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·</l><q type="unspecified"><l n="336">ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,</l><l n="337">ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα</l><l n="338">ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα</l><l n="339">νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,</l><l n="340">κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·</l><l n="341">πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ</l><l n="342">ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.</l><l n="343">οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ</l><l n="344">γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο</l><l n="345">τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,</l><l n="346">εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,</l><l n="347">ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·</l><l n="348">τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.</l></q><l n="349"><milestone unit="para" ed="P"/>τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·</l><q type="unspecified"><l n="350">ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε</l><l n="351">ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,</l><l n="352">ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·</l><l n="353">ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα</l><l n="354">ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,</l><l n="355">δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,</l><l n="356">ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.</l><l n="357">ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,</l><l n="358">νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς</l><l n="359">ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·</l><l n="360">αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.</l></q><milestone n="361" unit="card" ed="p"/><l n="361"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,</l><l n="362">δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·</l><q type="unspecified"><l n="363"><milestone unit="para" ed="P"/>ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ
                     Ζεὺς</l><l n="364">ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.</l><l n="365">οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ</l><l n="366">πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,</l><l n="367">ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο</l><l n="368">γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·</l><l n="369">νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.</l><l n="370">οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες</l><l n="371">ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,</l><l n="372">ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,</l><l n="373">τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων</l><l n="374">οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε</l><l n="375">κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.</l><l n="376">τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης</l><l n="377">καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς</l><l n="378">κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·</l><l n="379">πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,</l><l n="380">ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι</l><l n="381">ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.</l></q><l n="382"><milestone unit="para" ed="P"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις
                  Ὀδυσσεύς·</l><q type="unspecified"><l n="383">ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν</l><l n="384">ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν</l><l n="385">ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.</l></q><l n="386"><milestone unit="para" ed="P"/>ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα</l><l n="387">τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ</l><l n="388">ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς</l><l n="389">ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·</l><l n="390">αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα</l><l n="391">οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.</l><l n="392">νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω</l><l n="393">οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι</l></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>